Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κατὰ δὲ τὰ ὀνόματα μόνον ἀντικείμενα κῶλα τοιάδε ἐστίν, οἷον ὡς ὁ τὴν Ἑλένην παραβαλὼν τῷ Ἡρακλεῖ φησιν, ὅτι ῾τῷ μὲν ἐπίπονον καὶ πολυκίνδυνον τὸν βίον ἐποίησεν, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν.᾿ ἀντίκειται γὰρ καὶ ἄρθρον ἄρθρῳ, καὶ σύνδεσμος συνδέσμῳ, ὅμοια ὁμοίοις, καὶ τἄλλα δὲ κατὰ τὸν αὐτὸν τρόπον, τῷ μὲν ῾ἐποίησεν̓ τὸ ῾κατέστησεν,᾿ τῷ δὲ ῾ἐπίπονον̓ τὸ ῾περίβλεπτον,᾿ τῷ δὲ ῾πολυκίνδυνον̓ τὸ ῾περιμάχητον,᾿ καὶ ὅλως ἓν πρὸς ἕν, ὅμοιον παῤ ὅμοιον, ἡ ἀνταπόδοσις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.