Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Διαλογικὴ δέ ἐστι περίοδος ἡ ἔτι ἀνειμένη καὶ ἁπλουστέρα τῆς ἱστορικῆς, καὶ μόλις ἐμφαίνουσα, ὅτι περίοδός ἐστιν, ὥσπερ ἡ τοιάδε, ῾κατέβην χθὲς εἰς τὸν Πειραιἆ μέχρι τοῦ ῾ἅτε νῦν πρῶτον ἄγοντες.᾿ ἐπέρριπται γὰρ ἀλλήλοις τὰ κῶλα ἐφ̓ ἑτέρῳ ἕτερον, ὥσπερ ἐν τοῖς διαλελυμένοις λόγοις, καὶ ἀπολήξαντες μόλις ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν. δεῖ γὰρ μεταξὺ διῃρημένης τε καὶ κατεστραμμένης λέξεως τὴν διαλογικὴν περίοδον γράφεσθαι, καὶ μεμιγμένην ὁμοίαν ἀμφοτέροις. περιόδων μὲν εἴδη τοσάδε. [p. 80]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.