Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Γίνονται δὲ καὶ τρίκωλοί τινες: καὶ μονόκωλοι δέ, ἃς καλοῦσιν ἁπλᾶς περιόδους. ὅταν γὰρ τὸ κῶλον μῆκός τε ἔχῃ καὶ καμπὴν κατὰ τὸ τέλος, τότε μονόκωλος περίοδος γίνεται, καθάπερ ἡ τοιάδε, ῾Ἡροδότου Ἁλικαρνασῆος ἱστορίης ἀπόδεξις ἥδε.᾿ καὶ πάλιν, ῾ἡ γὰρ σαφὴς φράσις πολὺ φῶς παρέχεται ταῖς τῶν ἀκουόντων διανοίαις.᾿ ὑπ̓ ἀμφοῖν μέντοι συνίσταται ἡ ἁπλῆ περίοδος, καὶ ὑπὸ τοῦ μήκους καὶ ὑπὸ τῆς καμπῆς τῆς περὶ τὸ τέλος, ὑπὸ δὲ θατέρου οὐδέ ποτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.