Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δοκιμάζω γὰρ δὴ ἔγωγε μήτε περιόδοις ὅλον τὸν λόγον συνείρεσθαι, ὡς ὁ Γοργίου, μήτε διαλελύσθαι ὅλον, ὡς τὰ ἀρχαῖα, ἀλλὰ μεμῖχθαι μᾶλλον δἰ ἀμφοτέρων: οὕτω γὰρ καὶ ἐγκατάσκευος ἔσται καὶ ἁπλοῦς ἅμα, καὶ ἐξ ἀμφοῖν ἡδύς, καὶ οὔτε μάλα ἰδιωτικός, οὔτε μάλα σοφιστικός. τῶν δὲ τὰς πυκνὰς περιόδους λεγόντων οὐδ̓ αἱ κεφαλαὶ ῥᾳδίως ἑστᾶσιν, ὡς ἐπὶ τῶν οἰνωμένων, οἵ τε ἀκούοντες ναυτιῶσι διὰ τὸ ἀπίθανον, τοτὲ δὲ καὶ ἐκφωνοῦσι τὰ τέλη τῶν περιόδων προειδότες καὶ προαναβοῶσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.