Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
καὶ μὴν ὅτι γε τῶν πρὸς τοὺς θεοὺς ἐξῃρημένων, ἃ δεῖ
μέγιστα ἡγεῖσθαι, τῶν λοιπῶν οὐδέν ἐστι κάλλιον οὐδὲ δικαιότερον
ἢ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ τῶν εὖ ποιησάντων μεμνῆσθαινομίζω μηδὲ λόγου δεῖσθαι: καίτοι καὶ τὸ συμφέρον οὐχ ἥκιστα ἐν
τούτῳ τις ἂν ἴδοι. τοὺς γὰρ σπουδαίους ὄντας περὶ τοὺς εὐεργέτας
[p. 221]
καὶ τοῖς ἠγαπηκόσι δικαίως χρωμένους πάντες ἡγοῦνται χάριτος
ἀξίους καὶ βούλοιτ᾽ ἂν ἕκαστος ὠφελεῖν κατὰ τὴν ἑαυτοῦ δύναμιν:
ἐκ δὲ τοῦ πολλοὺς ἔχειν τοὺς εὐνοοῦντας καὶ συμπράττοντας, ὅταν
ᾖ καιρός, καὶ πόλις πᾶσα καὶ ἰδιώτης ἀσφαλέστερον διάγει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.