Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ταυτὶ μὲν οὖν ἦν ἀναγκαῖον προειπεῖν, ὥστε τὴν ἀρχὴν ὑμᾶς
ἐπὶ τοῦ πράγματος γενέσθαι: νυνὶ δὲ ἐπ᾽ αὐτὸ βαδιοῦμαι, τοσοῦτονὑπειπὼν, ὅτι μοι προσήκειν δοκεῖ πάντα μὲν πράττειν δικαίως
καὶ καλῶς τὰ κατὰ τὸν βίον, ἄλλως τε καὶ δημοσίᾳ ποιοῦντας
ὁτιοῦν, οὐ μόνον ἐπειδὴ τὰ κοινὰ ὑπάρχει φανερώτερα, ὧν ἂν ἕκαστος
ἰδίᾳ πράττῃ μὴ δέον, ἀλλὰ καὶ δι᾽ ἐκεῖνο ὅτι τὰ μὲν τῶν
ἰδιωτῶν ἁμαρτήματα οὐκ εὐθὺς ἀποφαίνει τὴν πόλιν φαύλην, ἐκδὲ τῶν δημοσίᾳ γιγνομένων οὐχ ὃν προσήκει τρόπον ἀνάγκη δοκεῖν
καὶ τοὺς καθ᾽ ἕνα μοχθηρούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.