Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εἰ μὲν οὖν περί τινος τῶν προκειμένων ἔλεγον,
οὐθὲν ἂν ὑπ᾽ ἐμοῦ τηλικοῦτον ὠφελεῖσθε: εἰκὸς γὰρ ἦν καὶ καθ᾽
αὐτοὺς ὑμᾶς τὸ δέον εὑρεῖν σκοποῦντάς γε ἅπαξ: ἐπεὶ δὲ ὑπὲρ οὗ
μηδὲ ζητεῖτε τὴν ἀρχὴν ὅπως ποτὲ ἔχει, τοῦτό φημι δείξειν αἴσχισταγιγνόμενον, πῶς οὐκ ἂν εἴην παντελῶς ὑμῖν χρήσιμον πρᾶγμα
πεποιηκώς, ἐὰν ἄρα μὴ φανῶ ψευδόμενος; νομίζω δ᾽ ἔγωγε
πάντα μὲν προσήκειν ἀποδέχεσθαι τῶν δι᾽ εὔνοιαν ὁτιοῦν λεγόντων
καὶ μηδένα ὀχληρὸν ἡγεῖσθαι τῶν τοιούτων, μάλιστα δὲ ὑμᾶς,
ἄνδρες Ῥόδιοι. δῆλον γὰρ ὅτι τούτου χάριν σύνιτε βουλευόμενοικαθ᾽ ἡμέραν, καὶ οὐ καθάπερ ἄλλοι δυσκόλως καὶ διὰ χρόνου καὶ
τῶν ἐλευθέρων τινὲς εἶναι δοκούντων, ὅπως ὑμῖν ᾖ σχολὴ περὶ
πάντων ἀκούειν καὶ μηδὲν ἀνεξέταστον παραλίπητε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.