Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[76]
παῖδες τὴν ὗν ἄγοντες μετὰ γέλωτος καὶ παιδιᾶς. συνηκολούθει
δὲ ἡ μήτηρ τοῦ νεανίσκου καὶ ἀδελφοὶ δύο παιδάρια: ἔφερον δὲ
ἄρτους τε καθαροὺς καὶ ᾠὰ ἑφθὰ ἐν ξυλίνοις πίναξι καὶ ἐρεβίνθους
φρυκτούς. ἀσπασαμένη δὲ τὸν ἀδελφὸν ἡ γυνὴ καὶ τὴν
θυγατέρα καὶ τὴν ἀδελφιδῆν ἐκαθέζετο παρὰ τὸν αὑτῆς ἄνδρα,
[p. 204]
καὶ εἶπεν, ἰδοῦ τὸ ἱερεῖον, ὃ οὗτος πάλαι ἔτρεφεν εἰς τοὺς γάμους,
καὶ τἄλλα τὰ παρ᾽ ἡμῶν ἕτοιμά ἐστι, καὶ ἄλφιτα καὶ ἄλευρα πεποίηται:
μόνον ἴσως οἰναρίου προσδεησόμεθα: καὶ τοῦτο οὐ χαλεπὸν
ἐκ τῆς κώμης λαβεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.