Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
οὐ δήπου διά γε τοῦτο μετοικίζεσθαι ἄξιοί ἐσμεν. ὃ
δὲ ἐτόλμησεν εἰπεῖν περὶ τῶν ναυαγίων, πρᾶγμα οὕτως ἀνόσιον
καὶ πονηρόν: τοῦτο γὰρ μικροῦ ἐξελαθόμην εἰπεῖν ὃ πάντων πρῶτον
ἔδει με εἰρηκέναι: τίς ἂν πιστεύσειέ ποτε ὑμῶν; πρὸς γὰρ τῇ
ἀσεβείᾳ καὶ ἀδύνατόν ἐστιν ἐκεῖθεν καὶ ὁτιοῦν λαβεῖν, ὅπου καὶ
τῶν ξύλων οὐδὲν πλέον ἔστιν ἰδεῖν ἢ τὴν τέφραν: οὕτω πάνυ σμικρὰ
ἐκπίπτει, καὶ ἔστιν ἐκείνη μόνη ἡ ἀκτὴ ἁπασῶν ἀπρόσιτος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.