Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
οὐδὲ οἶνον ποιεῖτε; ἄλλος τις ἠρώτησεν. ποιοῦμεν, εἶπον. ἂν οὖν
τις ὑμῶν ἀφίκηται, δώσομεν: ὅπως δὲ ἥξει φέρων ἀσκόν τινα:
ἡμεῖς γὰρ οὐκ ἔχομεν. πόσαι γάρ τινές εἰσιν ὑμῖν ἄμπελοι; Δύομέν, ἔφην, αἱ πρὸ τῶν θυρῶν, ἔσω δὲ τῆς αὐλῆς εἴκοσι: καὶ τοῦ
ποταμοῦ πέραν ἃς ἔναγχος ἐφυτεύσαμεν, ἕτεραι τοσαῦται: εἰσὶ δὲ
γενναῖαι σφόδρα καὶ τοὺς βότρυς φέρουσι μεγάλους, ὅταν οἱ παριόντες
ἐπαφῶσιν αὐτούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.