Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
καὶ τοιαῦτα
ποιῶν τοὺς ταλαιπώρους ἰδιώτας οἴεται δεῖν ἀπαγαγεῖν, ἵνα δῆλον
ὅτι μηδεὶς ἐργάζηται τὸ λοιπόν, ἀλλ᾽ οἱ μὲν ἔξω λῃστεύωσιν, οἱ
δ᾽ ἐν τῇ πόλει λωποδυτῶσιν. ἐμοὶ δέ, ἔφη, δοκεῖ τούτους ἐᾶν
ἐφ᾽ οἷς αὐτοὶ πεποιήκασιν, ὑποτελοῦντας τὸ λοιπὸν ὅσον μέτριον,
περὶ δὲ τῶν ἔμπροσθεν προσόδων συγγνῶναι αὐτοῖς, ὅτι ἔρημον
καὶ ἀχρεῖον γεωργήσοντες τὴν γῆν κατελάβοντο. ἐὰν δὲ τιμὴν θέλωσι
καταβαλεῖν τοῦ χωρίου, ἀποδόσθαι αὐτοῖς ἐλάττονος ἢ ἄλλοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.