Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[39]
δεινόν. βλέπετε γὰρ αὐτοὶ δήπουθεν ὅτι τὸ γυμνάσιον ὑμῖν ἄρουραν
πεποιήκασιν, ὥστε τὸν Ἡρακλέα καὶ ἄλλους ἀνδριάντας συχνοὺς
ὑπὸ τοῦ θέρους ἀποκεκρύφθαι, τοὺς μὲν ἡρώων, τοὺς δὲ θεῶν:
καὶ ὅτι καθ᾽ ἡμέραν τὰ τοῦ ῥήτορος τούτου πρόβατα ἕωθεν εἰς
τὴν ἀγορὰν ἐμβάλλει καὶ κατανέμεται τὰ περὶ τὸ βουλευτήριον καὶ
τὰ ἀρχεῖα: ὥστε τοὺς πρῶτον ἐπιδημήσαντας ξένους τοὺς μὲν καταγελᾶν
τῆς πόλεως, τοὺς δὲ οἰκτίρειν αὐτήν. πάλιν οὖν ταῦτα
ἀκούσαντες ὠργίζοντο πρὸς ἐκεῖνον καὶ ἐθορύβουν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.