Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[140]
καὶ ἀποχῆς ἐκείνων εὑρῆσθαι τῶν ἁμαρτημάτων. τάχ᾽
οὖν λέγοι τις ἂν ἀγροικότερον οὕτω πως: ὦ σοφοὶ νομοθέται καὶ
ἄρχοντες οἱ παραδεξάμενοι τὰ τοιαῦτα ἀπ᾽ ἀρχῆς, ὡς δή τι θαυμαστὸν
εὑρηκότες ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως
ὑμῖν μὴ τὰ φανερὰ ταῦτα καὶ ἄκλειστα οἰκήματα τὰς κεκλειμένασοἰκίας καὶ τοὺς ἔνδοθεν θαλάμους ἀναπετάσῃ, καὶ τοὺς ἔξω καὶ
φανερῶς ἀσελγαίνοντας ἀπὸ μικρᾶς δαπάνης ἐπὶ τὰς ἐλευθέρας
καὶ σεμνὰς τρέψῃ γυναῖκας μετὰ πολλῶν χρημάτων τε καὶ δώρων,
τὸ σφόδρα εὔωνον καὶ μετ᾽ ἐξουσίας οὐκέτι στέργοντας, ἀλλ᾽ αὐτὸ
δὴ τὸ κεκωλυμένον ἐν φόβῳ τε καὶ πολλοῖς ἀναλώμασι διώκοντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.