Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[133]
οὐ γὰρ δὴ περί γε πορνοβοσκῶν καὶπερὶ πορνοβοσκίας ὡς ἀμφιβόλων ἀπαγορευτέον, ἀλλὰ καὶ πάνυ
ἰσχυριστέον τε καὶ ἀπορρητέον, λέγοντι μηδένα προσχρῆσθαι μήτε
οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ
ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας, ἀναφροδίτου
μίξεως καὶ ἀνεράστων ἐρώτων κέρδους ἕνεκα γιγνομένους[p. 215]
συναγωγούς, αἰχμάλωτα σώματα γυναικῶν ἢ παίδων ἢ ἄλλως ἀργυρώνητα
ἐπ᾽ αἰσχύνῃ προϊστάντας ἐπ᾽ οἰκημάτων ῥυπαρῶν, πανταχοῦ
τῆς πόλεως ἀποδεδειγμένων, ἔν τε παρόδοις ἀρχόντων καὶ
ἀγοραῖς, πλησίον ἀρχείων τε καὶ ἱερῶν, μεταξὺ τῶν ὁσιωτάτων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.