Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[107]
ὥστε
ἴσως ἀναγκασθησόμεθα ἐκβαλεῖν ἐκ τῶν πόλεων τῷ λόγῳ τοὺς
κομψοὺς πένητας, ἵνα παρέχωμεν τῷ ὄντι καθ᾽ Ὅμηρον τὰς πόλεις
εὖ ναιεταώσας, ὑπὸ μόνων τῶν μακαρίων οἰκουμένας, ἐντὸς δὲ
τείχους οὐδένα ἐάσομεν, ὡς ἔοικεν, ἐλεύθερον ἐργάτην. ἀλλὰ τοὺς
τοιούτους ἅπαντας τί δράσομεν; ἢ διασπείραντες ἐν τῇ χώρᾳ κατοικιοῦμεν,
καθάπερ Ἀθηναίους φασὶ νέμεσθαι καθ᾽ ὅλην τὴν
Ἀττικὴν τὸ παλαιόν, καὶ πάλιν ὕστερον τυραννήσαντος Πεισιστράτου;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.