previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] τὰ δὲ ἔθη πάντες ἐπιστάμεθα. κἀκείνων μέν εἰσιν οὐ σαφῶς ἔνιοι γεγραμμένοι καὶ διαστρέφονται πολλάκις ὑπὸ τῆς τῶν ῥητόρων δυνάμεως: [p. 206] τῶν δὲ ἐθῶν οὐδὲν ἀμφίβολον οὐδὲ σκολιόν, οὐδ̓ ἂν περιγένοιτ̓ αὐτῶν λόγος. κἀκείνων μὲν ἀεὶ δεῖ μνημονεύειν, εἰ μέλλοιμεν αὐτοῖς ἐμμένειν: τοῦ δὲ ἔθους οὐκ ἔστιν οὐδὲ βουλομένους ἐπιλαθέσθαι: τοιαύτην γὰρ ἔχει φύσιν ὥστε ἀεὶ ὑπομιμνήσκειν αὑτοῦ. καθόλου δὲ τοὺς μὲν νόμους φαίη τις ἂν ποιεῖν δούλων πολιτείαν, τὰ δὲ ἔθη τοὐναντίον ἐλευθέρων. ἐκεῖνοι μὲν γὰρ ποιοῦσιν εἰς τὰ σώματα κολάσεις: παραβαινομένου δὲ ἔθους τὴν ζημίαν εἶναι συμβέβηκεν αἰσχύνην. ὥστε ἐκεῖνος μὲν φαύλων, οὗτος δὲ ἀγαθῶν ἐστι νόμος. εἰ γὰρ ἅπαντες ἦσαν ἀγαθοί, δῆλον ὅτι τῶν ἐγγράφων ἡμῖν οὐδὲν ἂν ἔδει νόμων. ἔτι δὲ τῶν μὲν νόμων εἰσὶν οἱ βασιλεῖς ἐπάνω καὶ πολλὰ πράττουσι παῤ αὐτούς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: