previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] τοῖς αὑτῶν ἐπιτηδείοιςτούτοις δὴ πᾶσι λυσιτελεῖν φῶμεν τὸ πρᾶγμα καὶ τὴν δόξαν, ἣν ἔχοντες περὶ αὐτῶν ἐπιτρέπουσιν αὐτοῖς οἱ τὰ σφέτερα ἐπιτρέποντες, μάλιστα δὲ τοῖς τελευταίοις τοῖς παρανόμως πιστεύεσθαι δοκοῦσιν: τοὐναντίον χαλεπὸν εἶναι τὸ τοιοῦτον καὶ πολλῆς ἀσχολίας καὶ φροντίδων αἴτιον, ἐνίοτέ γε μὴν καὶ κινδύνων τῶν μεγίστων; ἔξεστι δὲ σκοπεῖν εὐθὺς ἀπὸ τῶν δοκούντων εἶναι μεγίστων: οὗτοι γὰρ τῶν μὲν ἰδίων ἐξ ἀνάγκης ἀμελοῦσι καὶ χρημάτων καὶ τέκνων, προσέχουσι δὲ τοῖς κοινοῖς καὶ ἐπὶ τούτων εἰσί: καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐπιβουλευόντων ταῖς πόλεσιν πολεμίων πολιτῶν τινων ἀπόλλυνται, πολλάκις δὲ ὑπ̓ αὐτῶν τῶν πόλεων ἀδίκως διαβληθέντες. οἱ μὲν γὰρ οὐσίας ἀφῃρέθησαν, τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς: οἱ δὲ ἐξέπεσον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: