previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] διαφορᾶς. οὕτω δὲ πάνυ τῶν ἀνθρώπων κατεφρόνησαν οἱ πρότερον καὶ τὴν εὐήθειαν αὐτῶν συνεῖδον ὥστε ὑπὲρ τῶν μεγίστων πόνων καὶ πληγῶν φύλλα προύθεσαν. ἀλλ̓ ὅμως εἰσὶν οἱ χάριν τούτων ἀποθνῄσκειν αἱρούμενοι. τῶν δὲ αἰγῶν οὐκ ἂν οὐδεμία κατακρημνίσειεν αὑτὴν κοτίνου χάριν, καὶ ταῦτα παρούσης ἐτέρας νομῆς. καίτοι ταῖς μὲν αἰξὶν οὐκ ἀηδὴς κότινος, ἄνθρωπος δὲ οὐκ ἂν φάγοι. καὶ τὴν μὲν ἐξ Ἰσθμοῦ πίτυν, οὐδὲν οὖσαν τῶν ἄλλων χλωροτέραν, μετὰ πολλοῦ πόνου καὶ κακῶν ἀναιροῦνται, πολλάκις ἀργύριον πολὺ διδόντες: καὶ ταῦτα τοῦ φυτοῦ μηδεμίαν ὠφέλειαν ἔχοντος: οὔτε γὰρ σκιὰν ποιεῖν οὔτε καρπὸν φέρειν δύναται τό τε φύλλον δριμὺ καὶ καπνῶδες: τῆς δ̓ ἐκ Μεγάρων πίτυος οὐδεὶς ἐπιστρέφεται. κἂν μὲν ἕτερός τις μὴ κατεαγὼς τὴν κεφαλὴν διαδήσηται, καταγελᾶται: τοῖς δὲ βασιλεῦσι πρέπειν δοκεῖ καὶ πολλαὶ [p. 162]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: