Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἐγὼ γοῦν,
εἰ ἦν ᾠδικός,
οὐκ ἂν δεῦρο εἰσῆλθον δίχα
μέλους τινὸς ἢ ᾄσματος.
νῦν δὲ τούτου μὲν ἀπορῶ τοῦ φαρμάκου:
θεὸς δ᾽,
ὅπερ ἔφην,
θαρρῆσαί μοι παρέσχεν,
[p. 273]
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκης
ῥηιδίως, τοτὲ δ᾽ αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
εἰ οὖν τὰ τοῦ Ἑρμοῦ ἔπη κἀγὼ λέγοιμι πρὸς ὑμᾶς,
ὡς ἐκεῖνος ἐν
Ὀδυσσείᾳ πεποίηται Καλυψοῖ ἀπολογούμενος ὑπὲρ τῆς ἀγγελίας,
ἣν ἀηδῆ οὖσαν ἐκόμιζε,
τάχ᾽ ἂν ληρεῖν με φαίητε,
ῥητέα δ᾽ ὅμως:
Ζεὺς ἐμέ γ᾽ ἠνώγει δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα:
τίς δ᾽ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις.