Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[95]
ὅτι τοίνυν καὶ θείας τινὸς δυνάμεως καὶ προνοίας, ὡς ἂν εἴποι
τις, οἱ τοιοῦτοι μετέχουσιν ἐπ᾽ ἀνδριάντος τι βούλομαι γεγονὸς
εἰπεῖν. Θεαγένης ἦν Θάσιος ἀθλητής: οὗτος ἐδόκει ῥώμῃ διενεγκεῖν
τῶν καθ᾽ αὑτόν, καὶ δὴ σὺν ἑτέροις πολλοῖς καὶ τὸν Ὀλυμπίασι
τρὶς εἰλήφει στέφανον. ὡς δ᾽ ἐπαύσατο καὶ ἧκεν εἰς τὴν πατρίδα,
λοιπὸν τοῦ σώματος παρακμάσαντος ἦν ἀνὴρ οὐδενὸς χείρων
περὶ τὰ κοινά, ἀλλ᾽ ὡς οἷόν τε ἄριστος. ἐντεῦθεν, ὅπερ εἰκός,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.