Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[94]
καίτοι τὸ τῆς ἀγνοίας καὶ τὸ τῆς ἀρχαιότητος ὅμοιόν ἐστινὥσπερ ἂν εἴ τις λέγοι μηδὲ τοὺς τυμβωρυχοῦντας τοὺς σφόδρα
παλαιοὺς τάφους μηδὲν ἁμαρτάνειν, ὅτι μηδεὶς αὐτοῖς προσήκει
μηδὲ ἴσμεν οἵτινές εἰσιν. ὁ μὲν οὖν τάφος οὐκ ἔστι σημεῖον ἀρετῆς,
ἀλλ᾽ εὐπορίας, οὐδὲ ἔχομεν εἰπεῖν τοὺς ἐν τοῖς μνήμασι κειμένους
ὡς ἦσαν ἀγαθοί, πλὴν εἰ μή γε δημοσίᾳ τις φαίνοιτοτεθαμμένος ὅπερ οἶμαι τρόπον τινὰ τούτοις συμβέβηκεν. ἡ δὲ
εἰκὼν δι᾽ ἀνδραγαθίαν δίδοται καὶ διὰ τὸ δόξαι τινὰ πρότερον
[p. 247]
γενναῖον ῾ὅτι γὰρ οὐδεὶς ἐστάθη τούτων ἁλοὺς κλέπτων οὐδὲ
μοιχεύων οὐκ ἄδηλόν ἐστιν᾽ οὐδέ γε ἐπὶ τοῖς τυχοῦσιν, ἀλλ᾽ ὡς
οἷόν τε ἐπὶ τοῖς μεγίστοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.