Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[90]
δἰ ὧν τοίνυν πειράσονταί τινες τὸ πρᾶγμα ἀποφαίνειν ἐπιεικέστερον,
τῷ παντὶ χεῖρον ἀποδείξουσιν. οἷον ὅταν λέγωσι τοῖς
σφόδρα ἀρχαίοις καταχρῆσθαι καί τινας εἶναι καὶ ἀνεπιγράφους.
εἰ γὰρ δοίη τις αὐτοῖς οὕτως τοῦτο ἔχειν, οὐκ ἂν εἴποιμι τὸ πρόχειρον
ὡς ἄρα ἐγὼ νῦν ὑπὲρ τῶν ἐπιγεγραμμένων ποιοῦμαι τὸν
λόγον, ἀλλ᾽ οὐδὲ ἐκείνων φημὶ δεῖν ἅπτεσθαι. σκοπεῖτε γάρ,
ἄνδρες Ῥόδιοι, τὴν αἰτίαν, δι᾽ ἣν εἰκὸς τεθῆναί τινας οὕτως. οὐ
γὰρ ἐκλαθέσθαι γε οὐδὲ ὀκνῆσαι τὸν ἱστάντα εἰκὸς οὐδὲ φείσασθαι
τῆς εἰς τοῦτο δαπάνης: οὐ γὰρ ἦν οὐδεμία.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.