Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[80]
ὅτι τοίνυν οὐδὲ ἀσεβείας ἀπήλλακται τὸ γιγνόμενον μάλιστα,
ὃν οὗτοί φασι τρόπον, κἂν ὑπερβολῆς ἕνεκα δόξω τισὶ λέγειν, οὐχ,
ὡς πρότερον εἶπον, ὅτι πάντα ἁπλῶς ἀσεβήματά ἐστι τὰ περὶ τοὺς
τεθνεῶτας γιγνόμενα, ἀλλὰ ὅτι καὶ πάντες ἥρωας νομίζουσι τοὺς
σφόδρα παλαιοὺς ἄνδρας, κἂν μηδὲν ἐξαίρετον ἔχωσι, δι᾽ αὐτὸν
οἶμαι τὸν χρόνον. τοὺς δὲ δὴ σεμνοὺς οὕτως καὶ τῶν μεγίστων
ἠξιωμένους, ὧν ἔνιοι καὶ τὰς τελετὰς ἐσχήκασιν ἡρώων, τοὺς τοσαῦτα
ἔτη κειμένους, ὥστε καὶ τὴν μνήμην ἐπιλελοιπέναι, πῶς ἔνι
τῆς αὐτῆς τυγχάνειν προσηγορίας ἧς οἱ τεθνηκότες ἐφ᾽ ἡμῶν ἢ
μικρὸν ἔμπροσθεν, ἄλλως δὲ μηδενὸς ἄξιοι φανέντες;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.