Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79]
ἠμείψατο τότε εὖ παθών. ἄλλως τε εἰ μὲν ἀτέλειαν ἢ χρήματα
ἢ γῆν ἢ τοιοῦτόν τι δεδωκότες ἀφῃρεῖσθε, μᾶλλον ἂν ἴσως ἠδικοῦντο
οἱ μετὰ ταῦτα εἰληφότες: ὁ γὰρ χρόνον τινὰ κατασχὼν τὰ
τοιαῦτα ὠφέληταί τι καὶ προείληφεν: ἐπὶ δὲ τῆς τιμῆς οὐδέν ἐστι
τοιοῦτον. οἱ μὲν γάρ εἰσιν εὐπορώτεροι καὶ τὸν ἄλλον χρόνον:ἃ γὰρ ἐκτήσαντο ἀπὸ τούτων ἔχουσιν: τοῖς δὲ τοὐναντίον ἀτιμοτέροις
ὑπάρχει γεγονέναι. ὅπου μὲν γὰρ ἐλάττων ἡ ζημία τοῖς
πολὺν χρόνον καρπωσαμένοις, ὅπου δὲ ἡ ἀτιμία μείζων τοῖς σφόδρα
παλαιᾶς τιμῆς ἀφαιρουμένοις.
[p. 243]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.