Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
ἐγὼ δ᾽ ὅτι μὲν οὐκ εἴ τινες ἀγνοοῦσι προσήκοντας ἑαυτοῖς ἐνίους
τούτων, ὅπερ εἰκός, διὰ τοῦτο ἔλαττον ἀδικοῦνται τῶν προγόνων
ἀτιμαζομένων, ἀφίημι: χαλεπώτερον δὲ ἄλλως εἶναί μοι δοκεῖ τὸ
γιγνόμενον εἰς ἐκείνους, οἷς μηδὲ ἔστιν οἰκεῖος μηδὲ εἷς ἔτι.
καὶ γὰρ τῶν ζώντων δοκεῖ δεινότερον εἶναι τούτους ἀδικεῖν οἷς
μηδὲ εἷς ἔστιν ὁ βοηθῶν ἔτι. ἐπεὶ κατά γε τοῦτο λεγέτωσαν μηδὲν
εἶναι χαλεπὸν μηδὲ τὸ τοὺς ὀρφανοὺς βλάπτειν τοὺς παντάπασιν
ἐρήμους, οἳ μήτε ἑαυτοῖς ἀμύνειν δύνανται μήτε ἄλλον ἔχουσι τὸν
κηδόμενον. ἀλλὰ ὑμεῖς τοὐναντίον καὶ μᾶλλον ἐπὶ τούτοις ἀγανακτεῖτε
καὶ δημοσίᾳ καθίστασθε ἐπιτρόπους, ὅπως μηδὲν ἀδικῶνται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.