Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[67]
ἀσμένως δὲ αὐτῶν προσεμένων καὶ τὸ πρᾶγμα
δωρεὰν ἡγησαμένων, μόνοι τῶν ἄλλων ὑμεῖς οὐκ ἐδέξασθε, καίτοι
τῆς ἁλώσεως ὑμῖν, ὅπερ ἔφην, ἄρτι γεγενημένης καὶ τῶν πολεμίων
ἐν τῇ πόλει τὰς οἰκίας μόνον εἰακότων: ἀλλ᾽ ὅμως δεινὸν ὑμῖν
ἔδοξε τὸ ἐν ὁποίῳ δήποτε καιρῷ παραβῆναί τι τῶν δικαίων καὶ
διὰ τὰς συμφορὰς τὰς καταλαβούσας ἔτι καὶ τὴν πίστιν ἀνελεῖν
τῆν παρ᾽ αὑτοῖς: καὶ τἄλλα πάντα Ῥωμαίοις παραχωροῦντες οὐκ
ἠξιώσατε καθ᾽ ἓν τοῦτο παραχωρῆσαι, τὸ μηδὲν αἰσχρὸν αἱρεῖσθαι
κέρδους ἕνεκα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.