Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[66]
βούλομαι τοίνυν ὑμέτερόν τι ἔργον εἰπεῖν οὐ πάλαι μὲν γεγονός,
εὐδοκιμοῦν δὲ παρὰ πᾶσιν οὐχ ἧττον τῶν πάνυ παλαιῶν,
[p. 239]
ἵν᾽ εἰδῆτε παραθέντες, εἰ καθόλου τοὺς τοιούτους ἄξιόν ἐστι τοιοῦτόν
τι ποιεῖν. μετὰ γὰρ τὸν συνεχῆ καὶ μακρὸν ἐκεῖνον Ῥωμαίων
πόλεμον, ὃν πρὸς ἀλλήλους ἐπολέμησαν, ὅτε ὑμῖν ἀτυχῆσαι συνέβη
διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, ἐπειδὴ πέρας εἶχε τὰ δεινὰ καὶ
πάντες ᾤοντο σεσῶσθαι, καθάπερ ἐν ταῖς μεγάλαις νόσοις πολλάκις
δεινοῦ τινος ἐδέησε βοηθήματος, καὶ τότε ἔδοξε τὰ πράγματα
ζητεῖν τοιαύτην ἐπανόρθωσιν. ὅθεν πᾶσιν ἐδόθη τοῖς ἔξωθεν
χρεῶν ἄφεσις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.