Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[62]
οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐχὶ ἡμεῖς ἐσμεν οἱ ταῦτ᾽
εἰληφότες. πρῶτον μὲν γὰρ ἅπαντα ὀφείλουσι τὰ τῶν προγόνων
οὐχ ἧττον αὐτῶν ἐκείνων εἰς οὓς ἄν ποτε καθήκῃ τὸ γένος. οὐ
γὰρ ἀφίστασθαί γε φήσετε τῆς διαδοχῆς. εἶτα πάνθ᾽ ὅσα ἐξ
ὧν τότε ἐκείνους τινὲς εὐηργετήκασι καὶ προυθυμοῦντο πάσχοντες
ἢ δρῶντες ὑπὲρ αὐτῶν συνήχθη χρήσιμα καὶ μεγάλα, ὑμῖν
ἔστι νῦν: ἡ δόξα τῆς πόλεως, τὸ μέγεθος, τὸ χωρὶς μιᾶς αὐτὴν
πασῶν τῶν ἄλλων ὑπερέχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.