Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[61]
ἐὰν οὖν ἢ πόλεμον ᾖ
τις κατωρθωκώς, ὃν εἰ μὴ συνέβη κατορθῶσαι τοῖς τότε, ἡμεῖς οἱ
νῦν οὐκ ἂν εἴχομεν τὴν πόλιν, ἢ τὴν ἐλευθερίαν ἡμῖν κεκομισμένος
ἢ τῶν οἰκιστῶν ὑπάρχῃ τις: οὐ γὰρ ἔχομεν σαφῶς εἰπεῖν τίνες
εἰσὶν οἷς συμβέβηκεν ἢ συμβήσεται, τοῦ πράγματος εἰκῇ γιγνομένου
καὶ μόνον ἔθει τινί: μὴ δυσχερὲς εἰπεῖν ᾖ τὸ μετὰ ταῦτα ὅτι καὶ
τῆς πόλεως αὐτῆς ἀποστῆναι δεήσει βουλομένους γε τὰ δίκαια
ποιεῖν. εἰ δὲ δή τις εἴη τι τοιοῦτον δεδωκὼς ὃ μηδὲ βουληθέντας
ἀποδοῦναι δυνατόν: μυρίοι δ᾽ εἰσὶν οἱ τὰς ψυχὰς προειμένοι ἑαυτῶν
ὑπὲρ τῆς πόλεως καὶ τοῦ ζῆν ἐωνημένοι τὴν εἰκόνα καὶ τὴν
ἐπιγραφήν, καθάπερ εἶπον καὶ πρότερον: ἆρ᾽ οὐ δεινὰ πάσχουσιν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.