Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
τῶν δὲ τοιούτων διὰ μόνης ἀρετῆς ἐστιν ἡ κτῆσις. καὶ
μὴν ὧν γέ τις τὴν τιμὴν κατέβαλε τοῖς κυρίοις, οὐδ᾽ ἀμφισβητεῖ
δήπουθεν οὐδεὶς ὡς οὐ δικαιόν ἐστιν ἐᾶν ἔχειν αὐτόν, τοσούτῳ
μᾶλλον ὅσῳπερ ἂν πλείονα ᾖ δεδωκώς. οὐκοῦν ἅπαντες οὗτοι δεδώκασιτιμὴν ἕκαστος τῆς εἰκόνος τῆς ἑαυτοῦ, καὶ ταύτην οὐδὲ
μετρίαν, οἱ μὲν στρατηγίας λαμπρὰς ὑπὲρ τῆς πόλεως, οἱ δὲ πρεσβείας,
οἱ δὲ καὶ τρόπαια ἀπὸ τῶν πολεμίων, οἱ δέ τινες καὶ χρήματα
ἴσως, οὐ μὰ Δία χιλίας δραχμὰς οὐδὲ πεντακοσίας, ὅσων
ἔστιν εἰκόνα ἀναστῆσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.