Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[56]
μὴ τοίνυν εἰ ἐκεῖνα μὲν ἔστιν ἀνελέσθαι τοῖς θεῖσι, τῆς εἰκόνος
δὲ οὐθεὶς οὕτως ἐστὶ τῆς ἑαυτοῦ κύριος, καὶ μὴ τὸ πρᾶγμα ἀνόμοιον
ἡγήσησθε: τὸ γὰρ μὴ πάντ᾽ εὐθὺς τῆς πόλεως εἶναι τὰ ἐν
κοινῷ κείμενα καὶ δημοσίας ἀπογραφῆς τυχόντα δεῖξαι βουλόμενος
ὡς τύπῳ κατὰ τοῦτο ἐχρησάμην. τὸ μέντοι μηθένα πρὸς ἄλλο τι
τὴν εἰκόνα ἔχειν ἢ τὸ ἑστάναι παρ᾽ ὑμῖν, ᾧ μόνῳ διαφέρουσιν οὗτοι
τοι τῶν ἐκεῖ τὰ χρήματα τιθέντων, ἔτι μᾶλλον ὑπὲρ αὐτῶν ἐστιν.
[p. 236]
ἃ γὰρ μηδὲ τοῖς λαβοῦσιν ἔξεστιν ἀνελεῖν, ἦπου γε τοῖς δεδωκόσιν
ἐξεῖναι προσήκει;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.