Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
τί οὖν; ἆρά γε καὶ λαμβάνουσιν
ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τις, ἢ δανείζονται γοῦν, ὃ τάχα
δόξει μηδὲν εἶναι δεινόν; ἀλλ᾽ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν
κόσμον τῆς θεοῦ πρὶν ἢ τούτων ἅψασθαι. καίτοι τοὺς Ἐφεσίους
οὐκ ἂν εἴποιτε εὐπορωτέρους αὑτῶν. τοὐναντίον γὰρ ὑμεῖς μὲν
καὶ πρότερον ἦτε πλουσιώτατοι τῶν Ἑλλήνων καὶ νῦν ἔτι μᾶλλόν
ἐστε: ἐκείνους δὲ πολλῶν ἔστιν ἰδεῖν καταδεέστερον πράττοντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.