Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
σκοπεῖτε δὲ ὅτι πάντες ἡγοῦνται κυριώτερα ταῦτα ἔχειν, ὅσα ἂν
δημοσίᾳ συμβάλωσι διὰ τῶν τῆς πόλεως γραμμάτων: καὶ οὐκ ἔνι
λυθῆναι τῶν οὕτω διῳκημένων οὐδέν, οὔτ᾽ εἴ τις ὠνήσαιτο παρά
του χωρίον ἢ πλοῖον ἢ ἀνδράποδον, οὔτ᾽ εἴ τῳ δανείσειεν, οὔτ̓ἂν οἰκέτην ἀφῇ τις ἐλεύθερον οὔτ᾽ ἂν δῷ τινα δωρεάν. τί δήποτ᾽
οὖν συμβέβηκε ταῦτ᾽ εἶναι βεβαιότερα τῶν ἄλλων; ὅτι τὴν πόλιν
μάρτυρα ἐποιήσατο τοῦ πράγματος ὁ τοῦτον τὸν τρόπον οἰκονομήσας
τι τῶν ἑαυτοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.