Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
ἴσως οὖν ἐρεῖ τις ὡς οἵ γε ἀνδριάντες τῆς πόλεώς εἰσιν. καὶ
γὰρ ἡ χώρα τῆς πόλεως, ἀλλ᾽ οὐθὲν ἧττον τῶν κεκτημένων ἕκαστος
κύριός ἐστι τῶν ἑαυτοῦ. καὶ κοινῇ μὲν ἐὰν πυνθάνηταί τις
τίνος ἐστὶν ἡ νῆσος ἢ τίνος ἡ Καρία, φήσουσι Ῥοδίων. ἐὰν δὲ ἄλλως
ἐρωτᾷς, τουτὶ τὸ χωρίον ἢ τόνδε τὸν ἀγρόν, δῆλον ὅτι πεύσῃ τοῦ
δεσπότου τὸ ὄνομα. οὕτως καὶ τὰς εἰκόνας ἁπλῶς μὲν πάσας Ῥοδίων
εἶναι λέγουσιν, ἰδίᾳ δὲ ἑκάστην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ᾧ ἄν ποτε
ᾖ δεδομένη. καίτοι τὰ μὲν χωρία καὶ τὰς οἰκίας καὶ τἄλλα κτήματα
οὐκ ἂν εἰδείης ὧν ἐστιν, εἰ μὴ πυθόμενος: ἡ δὲ εἰκὼν ἐπιγέγραπται,
καὶ οὐ μόνον τὸ ὄνομα, ἀλλὰ καὶ τὸν χαρακτῆρα σῴζει
τοῦ λαβόντος, ὥστ᾽ εὐθὺς εἶναι προσελθόντα εἰδέναι τίνος ἐστίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.