Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
τίς γὰρ ἂν μέτριος ἄνθρωπος βούλοιτο ἕτερον κακῶς πάσχειν καὶ
τῶν δικαίως δεδομένων ἀποστερεῖσθαι δι᾽ αὑτόν; ἢ πῶς οὐκ ἂν
ὀργίζοιτο ἐπὶ τούτῳ γιγνομένῳ μᾶλλον ἤπερ εἰδείη χάριν; ἢ γυναῖκα
μὲν οὐδεὶς ἂν ὑπομείνειε χρηστὸς ὢν διὰ μοιχείαν λαβεῖν,
ὅτι τὸν πρότερον ἔχοντα ἠδίκησε: μᾶλλον δὲ οὐδ᾽ ἂν ὅλως λάβοι
τις ἡδέως παρὰ ἀνδρὸς ἑτέρου: καίτοι πολλάκις γίγνεται τοῦτο οὐ
μετὰ πονηρᾶς αἰτίας: τιμὴν δέ, ἣν οὐκ ἔστι δικαίως ἀπ᾽ ἄλλου
λαβεῖν οὐδὲ χωρὶς ὕβρεως τῆς εἰς ἐκεῖνον, ἀγαπᾶν τινα οἴεσθε,
καὶ ταῦτα μηδ᾽ αὐτὸν ἐλπίζοντα ὡς οὐθὲν ἂν πάθοι τοιοῦτον;
ἀλλ᾽ ἀνδράποδον μέν τις ὠνούμενος εἴ ποτε ἀπέδρα σκοπεῖ καὶ
εἰ μὴ παρέμενε τῷ πρώτῳ δεσπότῃ: δωρεὰν δὲ καὶ χάριν, ἣν
ἄπιστον ἡγεῖται καὶ σαφῶς οἶδε μηδὲν ἔχουσαν βέβαιον, ἑκὼν ἂν
πρόσοιτο;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.