Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὐκοῦν ἄτοπον, εἰ μὲν ἀργύριόν
τις ὑμῖν ἐχαρίζετο ἀφ᾽ ἑαυτοῦ, ξένος ἢ μέτοικος, τοῦτον μὲν οὐκ
ἂν ἡγεῖσθε περίεργον, ὅτι μηδὲν προσήκειν δοκῶν ἐφιλοτιμεῖτο
μηδ᾽ ὑμῶν ἀπαιτούντων: συμβουλεύοντος δέ τι τῶν χρησίμων δυσχερέστερον
ἀκούσεσθε, ὃς ἂν μὴ τύχῃ κληθεὶς ἢ μὴ πολίτης
ὑπάρχῃ; καίτοι χρημάτων μὲν οὔθ᾽ ὑμεῖς σφόδρα ἴσως ἐν τῷ παρόντι
δεῖσθε, καὶ μυρίους ἔστιν εὑρεῖν, οἷς μᾶλλον ἀφελοῦσι τῶν
ὄντων συνέφερε: γνώμης δὲ ἀγαθῆς οὐκ ἔστιν οὐδεὶς ὁ μὴ δεόμενος
[p. 220]
ἐν παντὶ καιρῷ καὶ πρὸς ἅπαντα τὸν βίον, οὐδ᾽ ὁ κάλλιστα
πράττειν δοκῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.