Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
πάντες μὲν γὰρ ὑπόπτως ἔχουσι πρὸς τὰ ὑπὸ τούτων
διδόμενα οὓς ἴσασι τῶν πρότερόν τινα ἐπαινεθέντων καὶ δοξάντων
φίλων οὕτως ἀμελοῦντας, μάλιστα δὲ οἱ τῶν αὐτῶν τυγχάνοντες, ὧν
τοὺς εἰληφότας ὁρῶσιν ἀπεστερημένους. εἰ δὲ δὴ καὶ ὅπως αὐτοὶ
λάβωσι τοῦτο γίγνοιτο, μᾶλλον δὲ ὅπως δοκῶσιν εἰληφέναι, παντελῶς
ἤδη τὸ πρᾶγμα εἰρωνείαν καὶ χλεύην νομίζουσιν. πολὺ δὲ
βέλτιον ἦν λέγειν τοῖς βουλομένοις ποιῆσαι μικρὰ φροντίζειν ὑμᾶς
[p. 228]
τῶν τάχιον τετιμημένων, ὅτι μηκέτι μηδεμία χρεία τοῦ τιμᾶν τινά
ἐστιν, ῾̣̣̓ τοὐναντίον οὗ τὴν μεγίστην φασὶν εἶναι τῇ πόλει χρείαν
καὶ πρὸς πλείονας νῦν ἢ πρότερον, τοῦτο διαβάλλειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.