Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐγὼ δὲ ἂν μὲν ὑμῖν ἀκούσασιν ἢ μηδὲν
τῶν δεόντων ἢ περί τινος τῶν μὴ πάνυ ἀναγκαίων φανῶ λέγων,
δικαίως ἂν ἀμφότερά φημι δόξειν, ἅμα εὐήθης καὶ περίεργος:
ἐὰν δ᾽ ὡς οἷόν τε καὶ περὶ μεγίστου πράγματος, καὶ τούτου σφόδρα
φαύλως ἔχοντος, ὥστε δημοσίᾳ τὴν πόλιν ἀπ᾽ αὐτοῦ διαβεβλῆσθαι
καὶ πάντας ὑμᾶς ἐπὶ πᾶσι τοῖς ἄλλοις εὐδοκιμοῦντας καθ᾽
ἒν τοῦτο δόξης οὐ προσηκούσης τυγχάνειν, εἰκότως ἄν μοι χάριν
ἔχοιτε καὶ νομίζοιτε εὔνουν ἑαυτοῖς. δῆλον γὰρ ὡς εἰ μὴ πάνυ
τις ὑμᾶς ἀγαπᾷ, τοῖς γε ἄλλοις οὐθὲν μέλει δήπου τῶν ὑμῖν τινα
φερόντων αἰσχύνην ἢ βλάβην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.