Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
τὸ μὲν δὴ τῆς δαπάνης οἷόν ἐστιν ὄψεσθε μετὰ μικρόν: τὸ δὲ μεγίστην
εἶναι τῶν τιμῶν, ἣν ἀφαιροῦνται τοὺς εἰληφότας πρότερον
ἐκ τούτων ὡμολόγηται.
καὶ μὴν ἀτόπου γε ὄντος τοῦ τινα παρεῖναι τῶν ἀξίων τιμῆσκαὶ μηδεμίαν παρασχεῖν ἀμοιβὴν τῆς εὐεργεσίας, ὡς πάντων μάλιστα
ἀνάγκη τούτοις ὁμολογεῖν, οἳ καὶ τὸ μετριώτερον τιμῆσαί
τινα τῆς ἀξίας δεινὸν οἴονται, τὸ τιμήσαντας, ἔπειτα δ᾽ οὐδὲν
αἰτιωμένους ἀφαιρεῖσθαι τὰ δοθέντα πῶς οὐχ ὑπερβολὴν ἀδικίας
ἔχει; τὸ μὲν γὰρ ἀχαριστεῖν ἐστι τοῖς εὐεργέταις, τὸ δὲ ὑβρίζεινεἰς αὐτούς, καὶ τὸ μέν ἐστι μὴ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας, τὸ δὲ
ἀτιμάζειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.