Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
τῆς ἀνδραγαθίας. τοὺς ἀγωνιστὰς τούτους ὁρᾶτε ὅσα πάσχουσι
γυμναζόμενοι, δαπανῶντες, τὸ τελευταῖον ἀποθνῄσκειν αἱρούμενοι
πολλάκις ἐν αὐτοῖς τοῖς ἄθλοις. τί οὖν; εἴ τις ἀνέλοι τὸν στέφανον,
οὗ χάριν φιλοτιμοῦνται, καὶ τὴν ἐπιγραφὴν τὴν ἐσομένηνὈλυμπίασιν ἢ Πυθοῖ τῆς νίκης, ἆρ᾽ οἴεσθε μίαν ἡμέραν αὐτοὺς
ἀνέξεσθαι τὸν ἥλιον μόνον, οὐχ ὅπως τἄλλα ὅσα τῷ πράγματι
πρόσεστιν ἀηδῆ καὶ χαλεπά; τί δ᾽; ἐὰν γένηται δῆλον αὐτοῖς ὅτι
[p. 225]
τὴν εἰκόνα, ἣν ἂν στήσωσιν, ἕτερος αὑτοῦ ποιήσεται, τὸ μὲν τοῦ
θέντος ὄνομα ἀνελών, αὑτὸν δὲ ἐπιγράψας, ἔτι θεασόμενον ἡγεῖσθε
ἐλθεῖν ἄν τινα ἐκεῖσε, οὐχ ὅπως ἀγωνιούμενον; ὅθεν οἶμαι καὶ
βασιλεῖς ἐπιδικάζονται τῆς τοιαύτης μαρτυρίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.