Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[162]
ὑμῖν δὲ τοιοῦτον μὲν οὐθὲν πράττειν
ἔνεστι, καταλείπεται δ᾽ οἶμαι τὸ ἑαυτῶν προεστάναι καὶ τὴν πόλιν
διοικεῖν καὶ τὸ τιμῆσαί τινα καὶ κροταλίσαι μὴ τοῖς πολλοῖς ὁμοίως
καὶ τὸ βουλεύσασθαι καὶ τὸ δικάσαι καὶ τὸ τοῖς θεοῖς θῦσαι καὶ
τὸ ἄγειν ἑορτήν: ἐν οἷς ἅπασιν ἔστι βελτίους τῶν ἄλλων φαίνεσθαι.
τοιγάρτοι καὶ τὰ τοιαῦτα ὑμῶν ἐπαίνου τυγχάνει, καὶ
γιγνώσκεται παρὰ πᾶσιν οὐχ ὡς μικρά, τὸ βάδισμα, ἡ κουρά, τὸ
μηδένα σοβεῖν διὰ τῆς πόλεως, ἀναγκάζεσθαι δὲ διὰ τὴν ὑμετέραν
συνήθειαν καὶ τοὺς ἐπιδημοῦντας ξένους καθεστώτως πορεύεσθαι:
καθάπερ οἶμαι καὶ τοὺς ἀγροίκους ἰδεῖν ἔστιν, ὅταν εἰς παλαίστραν
[p. 266]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.