Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
οἱ γοῦν περὶ τοὺς γονεῖς ἐξαμαρτάνοντες, ὅτι
τῆς πρώτης καὶ μεγίστης ὑπῆρξαν εὐεργεσίας εἰς ἡμᾶς, εἰκότως
ἀσεβεῖν δοκοῦσιν. καὶ τὸ μὲν τῶν θεῶν ἴστε δήπουθεν, ὅτι
κἂν σπείσῃ τις αὐτοῖς κἂν θυμιάσῃ μόνον κἂν προσάψηται, μεθ᾽
ἧς μέντοι προσήκει διανοίας, οὐθὲν ἔλαττον πεποίηκεν: οὐδὲ γὰρ
δεῖται τῶν τοιούτων οὐθενὸς ἴσως ὁ θεὸς οἷον ἀγαλμάτων ἢ θυσιῶν:
ἄλλως δὲ οὐ μάτην γίγνεται ταῦτα, τὴν προθυμίαν ἡμῶν
καὶ τὴν διάθεσιν ἐμφαινόντων πρὸς αὐτούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.