Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[159]
ὥσπερ οὖν οἰκίας ἠρημωμένης εὐδαίμονος
καὶ μεγάλης, ὅταν εἷς ἔτι λοιπὸς ᾖ διάδοχος, ἐν ἐκείνῳπάντα ἐστί, κἂν οὗτος ἁμαρτάνῃ τι καὶ ἀκούῃ κακῶς, τὴν ὅλην
δόξαν ἀφανίζει τῆς οἰκίας καὶ πάντας καταισχύνει τοὺς πρότερον:
[p. 265]
οὕτως τὰ ὑμέτερα νῦν ἔχει πρὸς τὴν Ἑλλάδα. μὴ γὰρ οἴεσθε
πρωτεύειν αὐτῆς, ἄνδρες Ῥόδιοι, μὴ οἴεσθε. τῶν γὰρ ζώντων ἔτι
καὶ τῶν αἰσθανομένων τιμῆς ἢ ἀδοξίας ἔστι πρώτους εἶναι. τὰ
δὲ ἐκείνης οἴχεται καὶ πάντα τρόπον αἰσχρῶς καὶ ἐλεεινῶς διέφθαρται:
καὶ οὐδὲ ἐπινοῆσαι λοιπὸν ἔστι τὴν ὑπεροχὴν καὶ τὴν
λαμπρότητα τῶν πόλεων εἴς γε τοὺς ἄνδρας ὁρῶντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.