Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[157]
καὶ λέγω ταῦτα μὰ τὸν Δία οὐκ ἀπεχθάνεσθαι βουλόμενος
ὑμῖν οὐδὲ διασύρων τὴν πόλιν, ἀλλ᾽ ὅπως μηδὲν ἀνάξιον ἑαυτῆς
μηδὲ ἀλλότριον τῆς ἄλλης εὐκοσμίας καὶ τῆς πολιτείας φαίνηται
ποιοῦσα. καί μοι δοκεῖ τις ἂν εἰκότως προαχθῆναι διὰ τὴν πρὸσἅπαντας εὔνοιαν τοὺς Ἕλληνας, οὐ μόνον διὰ τὴν πρὸς ὑμᾶς, εἴ
τι ἄρα ἐνθάδε ἔχοι μὴ καλῶς, εἰπεῖν καὶ μηνῦσαι. πρότερον
μὲν γὰρ ἐκ πολλῶν συνειστήκει τὸ κοινὸν ἀξίωμα καὶ πολλοὶ τὴν
Ἑλλάδα ηὖξον, ὑμεῖς, Ἀθηναῖοι, Λακεδαιμόνιοι, Θηβαῖοι, χρόνον
τινὰ Κορίνθιοι, τὸ παλαιὸν Ἀργεῖοι. νυνὶ δὲ τὸ μὲν τῶν ἄλλωνοὐθέν ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.