Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[151]
καίτοι φαίη τις
ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι
τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι
μετέφερον, ὥστ᾽ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδ᾽ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ
Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι. κἂν
ταῦτ᾽ ἀφῇ τις, βέλτιον ἦν τό γε καθ᾽ ὑμᾶς οὕτως αὐτῶν ἠφανίσθαι
τὰς τιμάς. οὐδὲν γὰρ ὑπῆρχεν ἁμάρτημα ὑμέτερον, οὐδ᾽
αὐτοὶ τοὺς εὐεργέτας ἂν τοὺς ἑαυτῶν ἠδικεῖτε καὶ τοὺς ἥρωας, ἀλλ᾽,εἴπερ ἄρα, συνηδικεῖσθε αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.