Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[148]
ὅπου καὶ Νέρων, τοσαύτην ἐπιθυμίαν καὶ σπουδὴν περὶ
τοῦτο ἔχων, ὥστε μηδὲ τῶν ἐξ Ὀλυμπίας ἀποσχέσθαι μηδὲ τῶν
ἐκ Δελφῶν, καίτοι πάντων μάλιστα τιμήσας ταῦτα τὰ ἱερά, ἔτι
δὲ τοὺς πλείστους τῶν ἐκ τῆς ἀκροπόλεως Ἀθήνηθεν μετενεγκεῖν
καὶ τῶν ἐκ Περγάμου πολλούς, αὐτῷ προσήκοντος ἐκείνου τοῦ τεμένους:
περὶ μὲν γὰρ τῶν παρ᾽ ἄλλοις τί δεῖ λέγειν; τοὺς παρὰ
μόνοις ὑμῖν εἴασε, καὶ τοσαύτην ἐπεδείξατο εὔνοιαν καὶ τιμὴν ἅμα
[p. 262]
πρὸς ὑμᾶς, ὥστε τὴν πόλιν ἅπασαν ἱερωτέραν κρῖναι τῶν πρώτων
ἱερῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.