Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[142]
οὐδέποτε τῶν χειρόνωνἐθῶν οὐθὲν εὑρήσετε ἱστάμενον οὐδὲ διαμένον, ἕως ἂν παντάπασι
κωλυθῇ. διὰ γὰρ τὸ δέχεσθαι πρόσθεσιν ἀεὶ καὶ τὸ παρὰ
μικρὸν ἀνεξέλεγκτον εἶναι καὶ μηδενὶ φαίνεσθαι ῥᾳδίως, ὅσῳ τοῦτο
ἐκείνου κάκιον, ἐπὶ πᾶν πρόεισιν, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τινα
καὶ τῶν νοσημάτων ὅσα ἐξ ἅπαντος αὔξεσθαι φύσιν ἔχει. πρὸστούτῳ δὲ κἀκεῖνό ἐστιν: οἱ μὲν νόμῳ τι πράττοντες πονηρὸν οὐχ ὡς
τοιοῦτον αὐτὸ πράττουσιν, ἀλλὰ ἐξηπατημένοι: τοὺς δὲ ἔθει φαῦλα
ποιοῦντας ἅπαντες ἂν φαῖεν εἰδότας ἁμαρτάνειν, ἅ γε μηδ᾽ αὐτοῖς
ἐπιτήδεια εἶναι γεγράφθαι δοκεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.