Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[139]
ἀλλ᾽ ἔγωγε ἀπορῶ τί δήποτε οὐχὶ καὶ νόμον τίθεσθε ἐπὶ τούτῳ
καθ᾽ ὃν ἔσται τὸ λοιπόν, εἴπερ ὑμῖν ἀρέσκει. νὴ Δί᾽, αἰσχύνην
γὰρ οὐ μικρὰν ἔχει νόμος τοιοῦτος ἐν τῇ πόλει κείμενος. εἶτα
ὃ γράφειν αἰσχρὸν ἡγεῖσθε, τοῦτο ποιεῖν οὐκ αἰσχρόν ἐστι; καὶ
πόσῳ κρεῖττον μὴ χρῆσθαί τισι τῶν φαύλως γεγραμμένων ἢ ποιεῖν;
ἢ ποτέρους ἂν εἴποιτε βελτίους, τοὺς οὕτως ἔχοντας πρὸς τὰ
ἄτοπα, ὥστε ἀπέχεσθαι καὶ δεδομένων, ἢ τοὺς οὐ συγκεχωρημένα
πράττοντας;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.