Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[113]
εἰ γὰρ ὑμῖν ἡ
μὲν ἐκ τοσούτου χρόνου πίστις καὶ πρὸς τὸν δῆμον εὔνοια τὸν
ἐκείνων καὶ κοινωνία πάσης τύχης οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν,οὐδὲ Μιθριδάτης καθαιρεθεὶς οὐδ᾽ Ἀντίοχος, οὐδ᾽ ἡ τῆς
θαλάττης ἀρχὴ παραδοθεῖσα διὰ πολλῶν κινδύνων καὶ πόνων, οὐδ᾽
οἱ πρὸ τοσούτων ἐτῶν ὅρκοι τῆς φιλίας, οὐδ᾽ αἱ παρ᾽ αὐτὸν τὸν
Δία στῆλαι κείμεναι μέχρι νῦν, οὐδ᾽ ἡ μέχρι Ὠκεανοῦ συγκινδυνεύσασα
δύναμις, οὐδ᾽ ἡ τὸ τελευταῖον ὑπὲρ αὐτῶν ἁλοῦσα πόλις,ἀλλ᾽ εἰ μὴ τὸν δεῖνα καὶ τὸν δεῖνα κολακεύσετε ἀγεννῶς, πάντα
ταῦτα ἀνατέτραπται, ὡς ἀεὶ προσδοκᾶν ὀργήν τινα ἢ μῖσος, σφόδρα
ὑμῖν φαύλως τὰ πράγματα ἔχει καὶ ἐπ᾽ οὐδενὸς ἵδρυσθε ἰσχυροῦ.
καὶ ἔγωγε φαίην ἄν, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, κρεῖττον
ὑμῶν ἀπαλλάττειν τοὺς ἐν Φρυγίᾳ μέσῃ δουλεύοντας ἢ τοὺς ἐν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.