Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[111]
ἀλλὰ ἐκείνους γέ φασι μηδὲ τὰς ἐπιστολὰς
λύειν, ἃς ἂν γράψωσι τῶν ἀθλητῶν τινα συνιστάντες, πρὶν ἢ
ἀγωνίσηται. καὶ τοῦτο οὐδένα πώποτε αὐτοῖς ἤνεγκε κίνδυνον,
ἀλλὰ τοὐναντίον τιμὴν καὶ ἔπαινον τῷ δοκεῖν ἀξίους εἶναι βραβεύειν
τὸν ἀγῶνα. μὴ γὰρ οἴεσθε Ῥωμαίους οὕτως εἶναι σκαιοὺς
καὶ ἀμαθεῖς ὥστε μηδὲν αἱρεῖσθαι τῶν ὑφ᾽ αὑτοῖς ἐλευθέριον
εἶναι μηδὲ καλόν κἀγαθόν, ἀλλὰ βούλεσθαι μᾶλλον ἀνδραπόδων
κρατεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.